Ancient Greek · ~2 min
1 to 2
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 1-10-2
Not analysed yet
Διὰ τί τὰ μὲν βήττει, τὰ δὲ οὔ, οἷον ἄνθρωπος μὲν βήττει, βοῦς δὲ οὔ; πότερον τῷ εἰς ἄλλο τι τρέπεσθαι τοῖς πλείστοις ζῴοις τὸ περίττωμα, ἀνθρώπῳ δὲ δεῦρο; ἢ ὅτι ἐγκέφαλον πλεῖστον καὶ ὑγρότατον ἔχει ὁ ἄνθρωπος, ἡ δὲ βὴξ καταρρέοντος γίνεται φλέγματος. Διὰ τί ἀνθρώπῳ μόνῳ τῶν ζῴων αἷμα ῥεῖ ἐκ τῶν μυκτήρων; ἢ ὅτι ἐγκέφαλον ἔχει πλεῖστον καὶ ὑγρότατον, ἀφ’ οὗ αἱ φλέβες πληρούμεναι τοῦ περιττώματος διὰ τῶν πόρων προΐενται τὴν ῥύσιν; λεπτότερον γὰρ γίνεται τοῦ αἵματος τοῦ καθαροῦ τὸ νοσερόν, τοῦτο δέ ἐστι τὸ μιχθὲν τοῖς τοῦ ἐγκεφάλου περιττώμασιν, καὶ ἔστι καθάπερ ἰχώρ.