Ancient Greek · ~2 min
Ι. ΕΠΙΤΟΜΗ ΦΥΣΙΚΩΝ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 3-8
Not analysed yet
Διὰ τί τῶν ζῴων τὰ μὲν ὑπὸ σάρκα, τὰ δὲ κατὰ σάρκα πίονά ἐστιν, τὰ δὲ κατ’ ἀμφότερα; ἢ ὅσων μὲν πυκνὴ ἡ σάρξ, μεταξὺ τοῦ δέρματος καὶ τῆς σαρκὸς συστέλλεται ἡ ἰκμὰς διὰ τὸ ταύτην εἶναι [τὸ δέρμα] ἀφεστὼς φύσει· ἣ πεττομένη γίνεται πιμελή. ὅσα δὲ ἀραιοτέραν ἔχει τὴν σάρκα τό τε δέρμα προεστώς, κατὰ σάρκα πίονα γίνεται. τὰ δὲ ἀμφοτέρως ἔχοντα ἐπ’ ἀμφότερα πιαίνεται.