Ancient Greek · ~5 min
1 to 6
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 1-20-6
Not analysed yet
Διὰ τί τὸ ἁλυκὸν ὕδωρ τὰ μὲν σέλινα δέχεται, τὸ δὲ πράσον οὔ; ἢ ὅτι τοῦ μὲν ἀσθενεῖς αἱ ῥίζαι, τοῦ δὲ ἰσχυραί; τὸ δὲ ἰσχυρότερον ἀπαθέστερον. Διὰ τί λέγεται μίνθην ἐν πολέμῳ μήτ’ ἔσθιε μήτε φύτευε; ἢ ὅτι καταψύχει τὰ σώματα; δηλοῖ δὲ ἡ τοῦ σπέρματος φθορά. τοῦτο δὲ ὑπεναντίον πρὸς ἀνδρείαν καὶ θυμὸν ταὐτὸν ὄν τῷ γένει. Διὰ τί ἔνια ἄνθος ἔχοντα ἄκαρπά ἐστιν, οἷον σίκυος καὶ κολόκυνθα καὶ ῥόα; ἢ οὐκ ἄκαρπα, ἀλλὰ ταῦτα καρπός ἐστιν; περικάρπιον γοῦν ἐστι τὸ ἀνθοῦν, ὁ δὲ σίκυος περικάρπιον. Διὰ τί τῶν φυομένων τὰ μὲν ἑψανά, τὰ δὲ ὠμὰ βρωτά; ἢ ὅσων οἱ χυμοὶ μὴ εὐθὺς ἐδώδιμοι, τούτων πυρωθέντων γλυκύτεροι γίνονται ὑπὸ τοῦ θερμοῦ, ὅσων δὲ εὐθύς, καὶ ὠμὰ ἐδώδιμα; Διὰ τί τὰ μὲν ἑψανά, τὰ δὲ ὀπτανά; ἢ ὅτι τὰ μὲν ὑγρότερα οὐ τοσοῦτον, τὰ δὲ ξηρότερα οὐ μᾶλλον ξηρανθῆναι δεῖ; ἑψόμενα δὲ πάντα ὑγρότερα καὶ μαλακώτερα. τὰ δὲ ἧττον ὑγρὰ ἂν πυρωθῇ, γίνεται ξηρά. Διὰ τί δὲ τὰ μὲν ἄβρωτά ἐστι, τὰ δὲ βρωτά; ἢ διὰ τοὺς χυμούς; ὅσα γὰρ καὶ ὠμὰ ἀπέπτους ἔχει καὶ πυρούμενα μὴ μεταβάλλει, ἄβρωτα. ὅσων δὲ βρωτὸς μὲν ὁ χυμὸς ἰσχυρότερος δέ, ταῦτα ἡδύσματά ἐστιν· τὰ γὰρ ἐν μικρῷ ἔχοντα πολλὴν δύναμιν τῶν βρωτῶν ἡδυντικὰ τῶν ἐν πολλῷ.