Ancient Greek · ~4 min
Κ. ΟΣΑ ΠΕΡΙ ΘΑΜΝΟΥΣ ΚΑΙ ΛΑΧΑΝΩΔΗ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 7-14
Not analysed yet
Διὰ τίνα αἰτίαν τὰ μὲν μέχρι σπέρματος τῶν φυτῶν ζῇ, εἶτα ἐνεγκόντα αὐαίνεται, οἷον ἡ πόα καὶ τὰ καλούμενα λάχανα, τὰ δὲ οὔ, ἀλλὰ πολλάκις φέρει; καὶ τῶν μέχρι σπέρματος ζώντων τὰ μὲν πολλὰ ἐπέτεια, τὸ δὲ ἱπποσέλινον τῷ ὑστέρῳ ἔτει φέρει καρπόν, καὶ ἐνέγκαν ἐξαυαίνεται; ἢ ἅπαντα μὲν μέχρι τούτου ἀκμάζει, ἕως ἂν κατὰ τὸ σπέρμα ἀκμάζῃ; ἐπεὶ καὶ οἱ ἄνθρωποι μέχρι τριάκοντα ἐτῶν ἐπιδιδόασιν, ὁτὲ μὲν τῷ πλήθει, ὁτὲ δὲ τῇ παχύτητι. ὅταν δὲ μηκέτι δύνηται φέρειν, ὥσπερ ἐκεῖ, αὐαίνεται καὶ καταγηράσκει· τὰ δὲ βραδέως καὶ κατὰ λόγον. δι’ ἣν μὲν οὖν αἰτίαν τὰ μὲν βραχύβια, τὰ δὲ μακρόβιά ἐστιν, ἄλλος ἔστω λόγος· ἐπεὶ δ’ ἔστιν πᾶσιν ὅρος ἡ τοῦ σπέρματος τελείωσις, ἀνάγκη τοῖς μὲν βραχυβίοις ἅπαξ ἢ ὀλιγάκις ἐνεγκεῖν καρπόν, τοῖς δὲ μακροβίοις πολλάκις, ὥστε τὰ μὲν ἀσθενέστατα ἅπαξ ἐνέγκοι (διὸ ἀνάγκη αὐαίνεσθαι)· καὶ τούτων τὰ μὲν δυνάμενα ἐνιαυτῷ ἐπέτεια εἶναι, τὰ δέ, ὥσπερ τὸ ἱπποσέλινον, τῷ ὑστέρῳ ἔτει, ὥσπερ τὰ δένδρα καὶ τὰ φυτά.