Ancient Greek · ~3 min
1 to 3
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 1-21-3
Not analysed yet
Διὰ τί ἡ πτισάνη καὶ τὸ ἄλευρον ἐλαίου ἐπιχεομένου λευκότερα γίνεται; καίτοι τὸ ἔλαιον πυρρόν. ἢ ὅτι πέφυκεν μιγνύμενον τῷ ὑγρῷ ἀφρίζειν; τοῦτο δὲ ἡ λευκότης. ἡ δὲ μῖξις τρίψει καὶ κινήσει. μίγνυται δὲ μᾶλλον τοῖς σωματικοῖς· ἐν δὲ τοῖς ἑψήμασι τοῦτο συμβαίνει, διὸ καὶ λευκότερα ποιεῖ. Διὰ τί ἡ ἐκ τοῦ πυροῦ τροφὴ μάλιστα ἁρμόττει τοῖς σώμασιν καὶ μᾶλλον τρόφιμος ἢ ἡ ἐκ τῶν κριθῶν; ἢ διότι μετρίαν ἔχει γλισχρότητα; δεῖ δὲ τὴν τροφὴν ἔχειν τοῦτο· προσφῦναι γὰρ δεῖ καὶ προσκολληθῆναι τῷ σώματι· οὗ αἴτιον τὸ γλίσχρον. ἀλλὰ ψαθυρώτερον· διὸ αἱ τετριμμέναι σφόδρα μᾶζαι τροφιμώτεραι τῶν ἀτρίπτων. Διὰ τί τῶν μὲν ἀλεύρων τὰ πρῶτα, τῶν δὲ ἀλφίτων τὰ τελευταῖα λαμπρότερα; ἢ διότι τὸ μὲν καπυρὸν ὂν περιθραύεται, τὸ δὲ μαλακὸν ἐνθλίβεται; λαμπρότατον δὲ ἐν ἀμφοτέροις τὸ ἐντός.