Ancient Greek · ~2 min
ΚΑ. ΟΣΑ ΠΕΡΙ ΑΛΦΙΤΑ ΚΑΙ ΜΑΖΑΝ ΚΑΙ ΤΑ ΟΜΟΙΑ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 4-13
Not analysed yet
Διὰ τί οἱ ἄρτοι λευκότεροι φαίνονται ψυχροὶ ὄντες ἢ θερμοί; ἢ διὰ τὴν αὐτὴν αἰτίαν τρόπον τινὰ καὶ τὸ ἔλαιον λευκότερον τοῦ προσφάτου τὸ παλαιόν; αἴτιον γὰρ τῆς μελανίας τὸ ὕδωρ, τοῦτο δὲ ἐν ἀμφοτέροις πλεῖον προσφάτοις οὖσιν· χρονιζομένοις δὲ διὰ τὸ ἐξατμίζειν λείπεται ἔλαττον τὸ ἐπιπολῆς. ἐξατμίζει δὲ τοῦ μὲν ἐλαίου ἢ ὁ χρόνος ἢ ὁ ἥλιος· ἐκ δὲ τῶν ἄρτων ψυχομένων τὸ θερμὸν ἐξιὸν ψυχρῶν μὲν ὄντων ἐξελήλυθεν, ἐν δὲ θερμοῖς οὖσιν ἔτι ἔνεστιν.