Ancient Greek · ~2 min
ΚΒ. ΟΣΑ ΠΕΡΙ ΟΠΩΡΑΝ..
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 1-22
Not analysed yet
Διὰ τί τὴν ὀπώραν ὕστερον ἢ πρότερον φαγοῦσιν οὐκ ἀνάλογον τοῖς αὐτοῖς ὁ ὄγκος τῆς πληρώσεως γίνεται; ἢ ὅτι βαρυτέρα ἐστὶν ἡ ὀπώρα πολύ τῶν σιτίων. δηλοῖ δὲ τὰ σῦκα. ἐὰν ὕστατα βρωθῇ· τελευταῖα γὰρ ἐμεῖται. ἐὰν μὲν οὖν πρῶτα, διὰ βάρος κάτω πορευόμενα εὐρυχωρίαν ἄνω ποιεῖ, ὥστε ῥᾳδίως δέχεσθαι τὸν ὄγκον τῶν σιτίων. ἀνάπαλιν δὲ εἰσελθόντα τὰ σιτία, διὰ τὸ μὴ κάτω φέρεσθαι, ταχὺ τοῦ ἄνω κενοῦ προσλαμβάνει.