Ancient Greek
ΚΑ. ΟΣΑ ΠΕΡΙ ΑΛΦΙΤΑ ΚΑΙ ΜΑΖΑΝ ΚΑΙ ΤΑ ΟΜΟΙΑ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 26-8
Not analysed yet
Διὰ τί τὰ μὲν ἄλευρα ψυχόμενα ἧττον σάττεται, τὰ δὲ ἄλφιτα μᾶλλον; ἢ ὅτι τὰ μὲν μικρομερῆ οὐ διαλείπει χώραν, καὶ τὰ βαρέα τῇ θλίψει τὰ πλείω ἐλάττω κατέχει τὸ ἴσον; τὰ μὲν οὖν ἄλφιτα ἁδρά ἐστιν. ψυχόμενα οὖν ἐλάττω γίνεται, ὥστε τὸ ἔλαττον συμπιέζει τὸ πλέον. τὰ δὲ ἄλευρα ὑπάρχει μὲν μικρομερῆ ὄντα, ὥστε οὐ διὰ τοῦτο ψύχεται, ἀλλ’ ἵνα ᾖ κουφότερα καὶ μὴ σάττηται διὰ τὴν θλῖψιν· βαρύτερον γὰρ φύσει τὸ ἄλευρον τοῦ ἀλφίτου ἐστίν.