Ancient Greek · ~5 min
1 to 5
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 1-24-5
Not analysed yet
Διὰ τί τὸ θερμὸν ὕδωρ, ἐὰν ἐπικεχρισμένοι ὦσιν ἐλαίῳ, ἧττον θερμόν ἐστι καταχεόμενον, τοῦ ἐλαίου θερμοῦ ὄντος; ἢ διὰ τὸ λεαίνειν ὀλισθαίνει καὶ ἧττον ἐνδύνει; Διὰ τί τὰ ὕδατα ἐν τοῖς φρέασι μετὰ μεσημβρίαν γίνεται τοῦ θέρους θερμά; ἢ διότι τηνικαῦτα ἤδη κεκράτηκεν τὸ θερμὸν τὸν ἀέρα; πρὸ μεσημβρίας δὲ τὸ θερμὸν λύει τε τὸ ψυχρὸν καὶ παύει· οὐχ ἅμα δὲ πέπαυται καὶ κρατεῖ. ἀλλ’ ὅταν ἐπιχρονίσῃ. Διὰ τί τὸ ὕδωρ θερμότερον ἐνίοτε τῆς φλογὸς γινόμενον οὐ κατακάει τὰ ξύλα, ἡ δὲ φλὸξ κατακάει; ἢ ὅτι ἡ μὲν φλὸξ λεπτομερές, καὶ τὸ ἀπ’ αὐτῆς πνεῦμα, τὸ δὲ ὕδωρ μεγαλομερές, ὥστε οὐκ εἰσδύεται; ἡ δὲ φλὸξ καὶ τὸ ἀπὸ τῶν ἀνθράκων διὰ λεπτότητα εἰσιὸν διαλύει. Διὰ τί τὸ μὲν ὕδωρ τὸ ζέον οὐ τήκει, ἡ δὲ κοιλία τήκει; πότερον ὅτι τὸ μὲν θερμὸν τὸ ἐν τῇ κοιλίᾳ εἰσέρχεται διὰ λεπτότητα, τὸ δὲ ὕδωρ οὐκ εἰσέρχεται διὰ παχύτητα; ἢ διότι καὶ τὰ ἄλλα κωλύει τήκεσθαι τὸ ὑγρόν; οὐθὲν γὰρ ἐν ὑγρῷ τήκεται. ἐν δὲ τῇ κοιλίᾳ τὸ ὑγρὸν εἰς τὴν κύστιν ὑπονοστοῦν οὕτω λύει. Διὰ τί τῶν ἀγγείων ὁ πυθμὴν οὐ κάει ἐνόντος τοῦ ὕδατος καὶ ζέοντος, ἀλλὰ καὶ φέρουσι τοῦ πυθμένος ἐχόμενοι, ἐξαιρεθέντος δὲ κάει; ἢ ὅτι σβέννυται τὸ ἐγγινόμενον θερμὸν ἐν τῷ πυθμένι ὑπὸ τοῦ ὕδατος; διὸ καὶ οὐ τήκεται τὰ τηκτά, ἂν μὴ ψόφος ἐμπέσῃ.