Ancient Greek · ~3 min
ΚΔ. ΟΣΑ ΠΕPΙ TΑ ΘEPΜΑ ΥΔΑΤΑ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 6-15
Not analysed yet
Διὰ τί οὐχ ὑπερζεῖ τοῦ χειμῶνος ὁμοίως καὶ τοῦ θέρους τὸ ὕδωρ, οὐ μόνον ὁμοίως θερμαινόμενον, ἀλλὰ καὶ μᾶλλον καὶ ὁμοίως θερμὸν ὄν, καὶ ἔτι μᾶλλον; ἢ διότι ἡ ὑπέρζεσίς ἐστιν ἡ ἀναβολὴ τῶν πομφολύγων; τὸ μὲν οὗν ὕδωρ αὐτὸ θερμαίνεται τότε οὐθὲν ἧττον ἢ τοῦ ψύχους, αἱ δὲ πομφόλυγες αἴρεσθαι οὐ δύνανται ὁμοίως διὰ τὸ τὸν περιέχοντα ἀέρα εἶναι ψυχρόν, ἀλλὰ ἐλάττους τε τὰ μεγέθη αἴρονται ὑπὸ τοῦ ψύχους θλιβόμεναι, καὶ διακόπτοντος τοῦ ἀέρος ταχὺ διαπίπτουσιν, ὥστε ἐλάττους τε τῷ ὄγκῳ καὶ τῷ πλήθει γίνονται τοῦ χειμῶνος, τοῦ δὲ θέρους τοὐνανττίον. ἡ δὲ ὑπέρζεσις γίνεται διὰ τὸ πλῆθος καὶ τὸ μέγεθος τοῦ ἀφροῦ.