Ancient Greek · ~2 min
10 to 11
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 10-15-11
Not analysed yet
Διὰ τί ὁ βορέας πυκνότερον πνεῖ ἢ ὁ νότος; ἢ ὅτι ὁ μὲν βορέας γειτνιῶν τῇ οἰκουμένῃ οὐ λανθάνει ὀλιγοχρόνιος ὤν (ἅμα γὰρ πνεῖ καὶ πάρεστιν), ὁ δὲ νότος οὐκ ἀφικνεῖται διὰ τὸ πόρρωθεν πνεῖν. Διὰ τί ὁ νότος ἧττον μετὰ χειμερινὰς νύκτας πνεῖ ἢ μεθ’ ἡμέρας; ἢ ὅτι καὶ τῆς νυκτὸς ὁ ἥλιος ἐγγύς ἐστι τῇ πρὸς νότον χώρᾳ, καὶ ἀλεεινότεραι αἱ νύκτες ἐκεῖ ἢ πρὸς ἄρκτον αἱ ἡμέραι; ὥστε πολὺς κινεῖται ὁ ἀήρ, καὶ οὐθὲν ἐλάττων ἢ μεθ’ ἡμέραν· ἀλλ’ αἱ θερμότεραι ἡμέραι κωλύουσι μᾶλλον πνεῖν, ξηραίνουσαι τὰς ὑγρότητας.