Ancient Greek · ~2 min
Κς. ΟΣΑ ΠΕΡΙ ΤΟΥΣ ΑΝΕΜΟΥΣ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 9-19
Not analysed yet
Διὰ τί λέγεται οὔ ποτε νυκτερινὸς βορέας τρίτον ἵκετο φέγγος; ἢ διότι ἀσθενῆ τὰ πνεύματα τὰ ἀπὸ τῆς ἄρκτου, ὅταν ᾖ νυκτερινά; σημεῖον γὰρ ὅτι οὐ πολὺς ὁ κινηθεὶς ἀήρ. τὸ τηνικαῦτα πνεῦσαι, ὅτε ὀλίγη θερμότης ὑπῆρχεν· ἡ δὲ ὀλίγη ὀλίγον ἐκίνει ἀέρα. τελευτᾷ δὲ ἐν τρισὶ πάντα, καὶ τὰ ἐλάχιστα ἐν τῇ πρώτῃ τριάδι, ὥστε καὶ τοῦτο τὸ πνεῦμα.