Ancient Greek · ~2 min
Ι. ΕΠΙΤΟΜΗ ΦΥΣΙΚΩΝ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 10-6
Not analysed yet
Διὰ τί τοῖς ἄλλοις ζῴοις τὰ ἔκγονα μᾶλλον τὰς φύσεις ὁμοιοῦται ἢ τοῖς ἀνθρώποις; ἢ ὅτι ὁ μὲν ἄνθρωπος πολλαχῶς διατίθεται τὴν ψυχὴν κατὰ τὴν ὁμιλίαν, καθὼς δ’ ἂν ὅτε πατὴρ καὶ ἡ μήτηρ διατεθῶσιν, οὕτω ποικίλλεται καὶ τὰ τικτόμενα. τὰ δὲ ἄλλα ζῷα τὰ μὲν πλεῖστα πρὸς αὐτὸ τοῦτό εἰσιν. ἔτι δὲ οὐ πληροῦται ὡς ἐπὶ τὸ πολὺ διὰ ταύτην τὴν ἐπιθυμίαν.