Ancient Greek · ~2 min
8 to 9
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 8-7-9
Not analysed yet
Διὰ τί τὰ ἄρσενα μείζω τῶν θηλειῶν ὡς ἐπίπαν ἐστίν; πότερον ὅτι θερμότερα, τοῦτο δὲ αὐξητικόν; ἢ ὅτι ὁλόκληρα, τὰ δὲ πεπήρωται; ἢ ὅτι τὰ μὲν ἐν πολλῷ χρόνῳ τελειοῦται, τὰ δὲ ἐν ὀλίγῳ; Διὰ τί τὰ μὲν ταχυτόκα τῶν ζῴων ἐστίν, τῶν δὲ πολυχρόνιος ἡ κύησις; ἢ ὅτι τὰ μακροβιώτερα βραδύτερον πέφυκεν τελειοῦσθαι; ἔστι δὲ βραδυτόκα τὰ μακρόβια. οὐ μέντοι τὰ μάλιστα, οἷον ἵππος ἀνθρώπου βραδυτοκώτερον μέν, ὀλιγοχρονιώτερον δέ. τούτου δὲ αἴτιον ἡ σκληρότης τῶν ὑστερῶν· ὥσπερ γὰρ ἡ ξηρὰ γῆ οὐ ταχὺ ἐκτρέφει, οὕτω καὶ ἡ τοῦ ἵππου ὑστέρα.