Ancient Greek · ~2 min
10 to 12
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 10-7-12
Not analysed yet
Διὰ τί οἱ ἐν τοῖς θερμοῖς τόποις μακροβιώτεροι; ἢ ὅτι μᾶλλον τὸ θερμὸν καὶ τὸ ὑγρὸν σώζουσιν; ὁ γὰρ θάνατος ἡ τούτων φθορά. Διὰ τί ἐν τοῖς ἑλώδεσι τόποις ὑπνωδέστεροι γινόμεθα; ἢ διότι κατεψυγμένοι μᾶλλον ἐν αὐτοῖς ἐσμέν, ἡ δὲ κατάψυξις ἡσυχία τις οὖσα παρασκευάζει ὕπνον, ὁ δὲ ὕπνος ἐν τῷ ἡσυχάζειν παραγίνεται. Διὰ τί οἱ ἐν τοῖς πλοίοις εὔχροοι, ἐπὶ ὕδατος διαιτώμενοι, μᾶλλον τῶν ἐν τοῖς ἕλεσιν; ἢ ἡ ὥρα καὶ τὸ εὔπνουν αἴτιον; ὠχροὺς δὲ τὸ ὕδωρ ποιεῖ, ὅταν σήπηται, ὃ πάσχει δι’ ἀκινησίαν· διὸ ἐν τοῖς ἑλώδεσιν ὕπωχροι.