Ancient Greek · ~2 min
ΙΔ. ΟΣΑ ΠΕΡΙ ΚΡΑΣΕΙΣ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 9-9
Not analysed yet
Διὰ τί μακρόβιοι μᾶλλόν εἰσιν οἱ ἐν τοῖς θερμοῖς τόποις οἰκοῦντες; ἢ διὰ τὸ ξηροτέραν ἔχειν τὴν φύσιν, τὸ δὲ ξηρότερον ἀσαπέστερον εἶναι καὶ πολυχρονιώτερον, τὸν δὲ θάνατον οἷον σῆψίν τινα εἶναι; ἢ διότι ὁ μὲν θάνατός ἐστι ψύξις τοῦ ἐντὸς θερμοῦ, καταψύχεται δὲ πᾶν ὑπὸ τοῦ περιέχοντος καὶ ψυχροτέρου; ἔστιν δὲ ὁ περιέχων ἀὴρ ἐν μὲν τοῖς ἀλεεινοῖς τόποις θερμός, ἐν δὲ τοῖς ψυχροῖς ψυχρός, ὥστε θᾶττον καὶ μᾶλλον φθείρει τὸ ἐν αὐτοῖς θερμόν.