Ancient Greek · ~2 min
ΙΕ. ΟΣΑ ΜΑΘΗΜΑΤΙΚΗΣ ΜΕΤΕΞΕΙ ΘΕΩΡΙΑΣ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 10-8
Not analysed yet
Διὰ τί αἱ ἀπὸ τῆς σελήνης σκιαὶ μείζους τῶν ἀπὸ τοῦ ἡλίου, ὅταν ἀπὸ τῆς αὐτῆς ὦσι καθέτου; ἢ διότι ἀνώτερος ὁ ἥλιος τῆς σελήνης; ἀνάγκη οὖν ἐντὸς πίπτειν τὴν ἀπὸ τοῦ ἀνωτέρω ἀκτῖνα. γνώμων ἐφ’ ᾧ Α Δ, σελήνη Β, ἥλιος Γ. ἡ μὲν οὖν ἀπὸ τῆς σελήνης ἀκτὶς Β Ζ, ὥστε ἔσται σκιὰ ἡ τὸ Δ Ζ· ἡ δὲ ἀπὸ τοῦ ἡλίου ἡ τὸ Γ Ε, ὥστε ἔσται σκιὰ ἐξ ἀνάγκης ἥττων· ἔσται γὰρ τὸ Δ Ε.