Ancient Greek · ~2 min
ΚΒ. ΟΣΑ ΠΕΡΙ ΟΠΩΡΑΝ..
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 11-13
Not analysed yet
Διὰ τί παρὰ τὰ στρυφνὰ ὁ οἶνος καὶ τὸ ὕδωρ φαίνεται γλυκύτερα, οἷον ἐάν τις βαλάνους ἢ μύρτα ἤ τι τῶν τοιούτων διατράγῃ; ἢ εἰκότως, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων; πᾶν γὰρ τὸ αὐτὸ παρὰ τὸ ἐναντίον μᾶλλον φαίνεται, οἱ δὲ τῶν ἐναντίων χυμοὶ ἀντικείμενοί πώς εἰσιν. ἢ ὅτι, καθάπερ ἐπὶ τῶν βαπτομένων, ὑπὸ τῶν στρυφνῶν ἡ γλῶττα προδιεργάζεται καὶ τοὺς πόρους ἀνοίγεται, ὥστε μᾶλλον διιέναι τὸ γλυκύ; καὶ γὰρ τὰ βαπτόμενα τούτου ἕνεκεν προβρέχουσιν ἐν τοῖς στρυφνοῖς, τῷ διεργασθὲν μᾶλλον δέχεσθαι τὴν βαφήν.