Ancient Greek · ~2 min
ΚΒ. ΟΣΑ ΠΕΡΙ ΟΠΩΡΑΝ..
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 12-15
Not analysed yet
Διὰ τί τὰ γλυκέα ἧττον δοκεῖ γλυκέα εἶναι θερμὰ ὄντα ἢ ὅταν ψυχθῇ; πότερον ὅτι ἅμα δύο αἰσθήσεις γίνονται ἀμφοῖν, ὥστε ἡ τοῦ θερμοῦ ἐκκρούει τὴν ἑτέραν; ἢ ὅτι καὶ τὸ γλεῦκος θερμόν· ὥσπερ οὖν πῦρ γίνεται ἐπὶ πῦρ. κωλύει οὖν ἡ θερμότης. ἢ ὅτι τὸ πῦρ ἀφαιρεῖται τὰς δυνάμεις ἁπάντων διὰ τὸ κινητικὸν εἶναι. ἐγγυτέρω οὖν τοῦ μεταβάλλειν ἐστὶ θερμὰ ὄντα, ἀποψυχθέντα δὲ ἕστηκεν.