Ancient Greek · ~2 min
ΚΓ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΑΛΜΥΡΟΝ ΥΔΩΡ ΚΑΙ ΘΑΛΑΤΤΑΝ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 11-14
Not analysed yet
Διὰ τί τὰ κύματα ἀνεμώδη; ἢ ὅτι σημεῖά ἐστι πνεύματος ἐσομένου; ἔστι γὰρ τὸ πνεῦμα σύνωσις ἀέρος. ἢ διὰ τὸ ἀεὶ προωθεῖσθαι γίνεται; προωθεῖ δὲ οὐ συνεχές πω ὂν τὸ πνεῦμα, ἀλλὰ ἀρχόμενον. τὸ μὲν δὴ πρῶτον ὥσπερ προεμαράνθη, ἄλλο δὲ τοῦτο προέωσε καὶ ἄλλην πυκνότητα ἤγαγεν καὶ ἀπεμαράνθη. ὥστε δῆλον, ὅταν ἤδη τὸ προωθούμενον παρῆ, ὅτι ἥξει καὶ τὸ κινοῦν· ἀρχόμενον γὰρ τοῦτο ποιεῖ.