Ancient Greek · ~2 min
ΚΓ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΑΛΜΥΡΟΝ ΥΔΩΡ ΚΑΙ ΘΑΛΑΤΤΑΝ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 12-16
Not analysed yet
Διὰ τί τὸ κῦμα προεκπίπτει τοῦ πνεύματος; ἢ ὅτι οὐχ ἅμα παύεται τὸ πνεῦμα τὸ πνέον καὶ ἡ θάλαττα κυμαίνουσα, ἀλλ’ ὕστερον ἡ θάλαττα, ἐνδέχεται τὸ κινῆσαν πνεῦμα φθαρῆναι πρὸ τοῦ γενέσθαι αἰσθητόν. ὥστε οὐ πρότερον τὸ κῦμα πνεύματος, ἀλλὰ τὸ μὲν λανθάνει, τὸ δὲ οὔ. ἢ οὐχὶ τὰ πνεύματα ἅμα πανταχοῦ πνεῖ, ἀλλ’ ὅθεν ἡ ἀρχὴ πρότερον; ἅμα δὲ πνεῖ καὶ τὴν πλησίον θάλατταν κινεῖ, αὕτη δὲ τὴν ἐχομένην· καὶ οὕτως ἂν ἐνδέχοιτο πρότερον τὸ κῦμα ἐκπίπτειν. ὑπὸ γὰρ τῆς θαλάσσης καὶ οὐχ ὑπὸ τοῦ πνεύματος ἡ κίνησις ἡ θάττων τοῦ ἀέρος ἢ τῆς θαλάττης.