Ancient Greek · ~2 min
ΚΔ. ΟΣΑ ΠΕPΙ TΑ ΘEPΜΑ ΥΔΑΤΑ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 11-15
Not analysed yet
Διὰ τί ὑπὸ τῶν θερμῶν ὑδάτων μᾶλλον ἢ ὑπὸ τῶν ψυχρῶν πήγνυνται λίθοι; πότερον ὅτι τῇ τοῦ ὑγροῦ ἐκλείψει γίνεται λίθος, μᾶλλον δὲ ὑπὸ τοῦ θερμοῦ ἢ τοῦ ψυχροῦ ἐκλείπει τὸ ὑγρόν, καὶ ἀπολιθοῦται δὴ διὰ τὸ θερμόν, καθάπερ καὶ Ἐμπεδοκλῆς φησὶ τάς τε πέτρας καὶ τοὺς λίθους καὶ τὰ θερμὰ τῶν ὑδάτων γίνεσθαι. ἢ τὸ θερμὸν ἀπολιθοῖ· καὶ ὑπὸ τοῦ ψυχροῦ δὲ λιθοῦται διὰ τὸ τὴν ὑπερβολὴν τοῦ πάγου τὸ ὑγρὸν ἀναλίσκουσαν σκληρύνειν; δῆλον οὖν ἐκ τῆς ὑπερβολῆς καὶ τὸ ἀπλῶς.