Ancient Greek
ΚΔ. ΟΣΑ ΠΕPΙ TΑ ΘEPΜΑ ΥΔΑΤΑ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 10-13
Not analysed yet
Διὰ τί τὰ μὲν ὀλίγον χρόνον ἐν τῷ θερμῷ βρεχόμενα ἀνοιδεῖ, τὰ δὲ πολὺν συμπίπτει καὶ γίνεται ῥυσά; ἢ διότι τὸ θερμὸν ἐκ πεπηγότος ὑγρὸν ποιεῖ, ἐκ δὲ ὑγροῦ πνεῦμα, τὰ δὲ πυκνὰ ἀραιοῖ; τὸ μὲν οὖν πρῶτον θερμαῖνον τὰ πεπηγότα ὑγρότερα ποιεῖ, καὶ ἐξ ὑγρῶν πνευματοποιοῦν ὀγκηρὰ ποιεῖ διαχέον· ὅταν δὲ μᾶλλον θερμαίνῃ τὸ πέριξ, ἀραιὸν ποιεῖ, ὥστε ἀποπνεῖται ἡ ἀτμίς, καὶ τὸ ὑγρὸν ξηραινόμενον συμπίπτειν ποιεῖ τοὺς ὄγκους. συμπιπτόντων δὲ ῥυσοῦται τὸ πέριξ δέρμα πάντων. ᾗ δὲ ἀνωμάλως, ταύτῃ ῥυσὸν γίνεται.