Ancient Greek · ~6 min
11 to 17
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 11-16-17
Not analysed yet
Διὰ τί ὁ ἐκ τῶν πομφολύγων καὶ κάτωθεν ἀνιὼν οὐ διερὸς ἐξέρχεται; ἢ διότι οὐκ ἐπιμένει τὸ ὑγρόν, ἀλλ’ ὀλισθαίνει τὸ ὕδωρ; τὸ δ’ ἐπὶ τῇ πομφόλυγι καὶ ἔλαττόν ἐστιν ἢ ὥστε διερεῖν. Διὰ τί ὁ ἀὴρ οὐκ ἀναπίμπλησι, τὸ δὲ ὕδωρ; καὶ εἰς τὸν ἀέρα γὰρ μετατιθέμενον διερόν. ἢ ὅτι ὥσπερ οὐδὲ ὁ λίθος; οὐ γὰρ πᾶν ἐστὶν ἀναπληστικόν, ἀλλὰ τὸ γλίσχρον ἢ ὑγρόν. . . . ἢ ὅτι ὁ ἀὴρ ἄνω φέρεται; ὁ γὰρ ἀσκὸς ὅταν μὲν κενὸς ᾖ κάτω φέρεται, ὅταν δὲ φυσηθῇ, ἄνω ἐπιμένει διὰ τὸ τοῦτον ἀναφέρειν. εἰ δὲ ὁ ἀὴρ ἀνακουφίζει καὶ κωλύει κάτω φέρεσθαι, διὰ τί βαρύτεροι γίνονται φυσηθέντες; καὶ πῶς, ὅτε μὲν βαρύτερός ἐστιν, ἐπιμένει, κουφότερος δὲ γενόμενος καταφέρεται; Διὰ τί ὁ ἀὴρ . . . οὐκ ἄνω φέρεται; εἰ γὰρ τὰ πνεύματα τούτου κινουμένου ὑπὸ τοῦ θερμοῦ γίνεται, πέφυκεν δὲ τὸ πῦρ ἄνω φέρεσθαι, καὶ τὸ πνεῦμα εἰς τὸ ἄνω ἐβάδιζεν, εἴπερ τό τε κινοῦν εἰς τὸ ἄνω θεῖ καὶ τὸ κινούμενον οὕτω πέφυκε φέρεσθαι. νῦν δὲ φαίνεται λοξὴν τὴν φορὰν ποιούμενος. Διὰ τί τὸ ἀφ’ ἕω ψυχρότερον ἢ τὸ ἀφ’ ἑσπέρας; ἢ ὅτι τὸ μὲν ἐγγύτερον μέσων νυκτῶν, τὸ δὲ μεσημβρίας; ἔστι δὲ ἡ μεσημβρία θερμότατον διὰ τὸ εἶναι ἐγγύτατον ἡλίου, αἱ δὲ μέσαι νύκτες ψυχρότεραι διὰ τὸ ἐναντίον. Διὰ τί αἱ νύκτες τῶν ἡμερῶν ἐν ταῖς ἀλέαις πνιγηρότεραι; ἢ διὰ τὴν ἄπνοιαν; οἱ γὰρ ἐτησίαι καὶ πρόδρομοι τὰς νύκτας ἧττον πνέουσιν. Διὰ τί τὰ ἐν τοῖς ἀσκοῖς ἄσηπτα φυσηθεῖσιν, καὶ ἐν τοῖς περιπωματιζομένοις; ἢ διότι σήπεται μὲν κινούμενα, ἅπαντα δὲ τὰ πλήρη ἀκίνητα, ταῦτα δὲ πλήρη.