Ancient Greek · ~2 min
ΚE. ΟΣΑ ΠΕPI TOΝ ΑEPΑ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 10-14
Not analysed yet
Διὰ τί ὁ ἀὴρ ψυχρὸς μὲν γίνεται διὰ τὸ ἅπτεσθαι τοῦ ὕδατος, δίυγρος δὲ οὔ, κἂν σφόδρα τις φυσᾷ εἰς τὸ ὕδωρ ὥστε κυμαίνειν, ὅτι δὲ ψυχρός, δηλοῖ μεθιστάμενος· ψύχει γὰρ ἀπὸ τῶν ὑδάτων. ἢ ὅτι ψυχρὸς μὲν πέφυκεν εἶναι καὶ θερμός, ὥστε μεταβάλλει τῇ ἁφῇ οὗ ἄν τινος ἅπτηται, ὑγρὸς δὲ οὐκέτι διὰ τὸ κουφότερος εἶναι· καὶ οὐδέποτε εἰς τὸ βάθος τοῦ ὕδατος ἔρχεται, ἀλλ’ ἀεὶ τοῦ ἐπιπέδου ἅπτεται, κἂν βιάζηται κάτω· καὶ τὸ ὕδωρ ἔτι κατωτέρω φέρεται, ὥστε μήποτε εἰς βάθος ἰέναι.