Ancient Greek · ~2 min
ΙΒ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΕΥΩΔΗ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 11-8
Not analysed yet
Διὰ τί δριμύτερον ὄζει μᾶλλον τῶν ἀρωμάτων ἐπὶ τέφρας θυμιωμένων ἢ ἐπὶ τοῦ πυρός; ἢ διότι ἀπεπτοτέρα ἡ ὀσμὴ ἐπὶ τῆς τέφρας· διὸ καὶ πλείων; πολὺ οὖν καὶ τοῦ γεώδους συναναθυμιᾶται καὶ γίνεται καπνός· τὸ δὲ πῦρ φθάνει ἐκκάον τὸ γεῶδες αὐτῶν, ὥστε ἡ ὀσμὴ καθαρωτέρα καὶ εἰλικρινὴς ἀφικνεῖται ἄνευ τοῦ καπνοῦ. διὸ καὶ τριβόμενα ἧττον εὐώδη τὰ ἄνθη· τὸ γὰρ γεῶδες καὶ ἡ τρῖψις κινεῖ, καὶ ἡ βραδεῖα θερμότης οὐ φθείρει.