Ancient Greek · ~6 min
5 to 10
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 5-8-10
Not analysed yet
Διὰ τί πάντα μᾶλλον ὄζει κινούμενα; ἢ ὅτι ἀναπίμπλησι πλείω ἀέρα ἢ ἡσυχάζοντα; διαπέμπεται οὖν ἡ ὀσμὴ θᾶττον οὕτω πρὸς τὴν αἴσθησιν ἡμῶν. Διὰ τί τοῦ χειμῶνος ἧττον ὀσφραινόμεθα, καὶ ἐν τοῖς πάγεσιν ἥκιστα; ἢ ὅτι ὁ ἀὴρ ἀκινητότερός ἐστιν ἐν τῷ ψύχει; οὔκουν ἀφικνεῖται ὁμοίως ἡ κίνησις ἡ ἀπὸ τοῦ σώματος τοῦ τὴν ὀσμὴν ἔχοντος διὰ τὴν δυσκινησίαν τῆς ἀπορροῆς καὶ τοῦ ἀέρος ἐν ᾧ ἐστίν. Διὰ τί δριμύτερον ὄζει τῶν ἀρωμάτων ἐπὶ τέφρας θυμιωμένων ἢ ἐπὶ τοῦ πυρός, καὶ μᾶλλον καὶ πλείω χρόνον τὴν αὑτῶν ὀσμὴν ἔχει ἐπὶ τῆς τέφρας θυμιώμενα; ἢ ὅτι ἀπεπτοτέρα ἐστὶν ἡ ὀσμὴ ἐπὶ τῆς τέφρας· διὸ καὶ πλείων. τὸ δὲ πῦρ ταχὺ πέττον αὐτῶν τὴν δύναμιν ἀλλοιοῖ τὴν ὀσμήν· ἡ γὰρ πέψις ἀλλοίωσίς ἐστιν τοῦ πεττομένου. Διὰ τί ἥδιον ὄζει τῶν ῥόδων ὧν ὁ ὀμφαλὸς τραχύς ἐστιν ἢ ὧν λεῖος; ἢ ὅτι μᾶλλον ὄζει ἡδὺ ὅσα τὴν φύσιν ἀπείληφε τὴν αὑτῶν; ἀκανθῶδες φύσει δὲ τὸ ῥόδον ἐστίν. διὸ μᾶλλον ἔχον τὰ κατὰ φύσιν ὄζει ἥδιον. Διὰ τί αἱ ὀδμαὶ ἐγγύθεν ἧττον εὐώδεις καὶ θυμιαμάτων καὶ ἀνθῶν; ἢ ὅτι πλησίον μὲν συναποφέρεται τὸ γεῶδες, ὥστε κεραννύμενον ἀσθενεστέραν ποιεῖ τὴν δύναμιν, εἰς δὲ τὸ πόρρω καταφέρεται ἡ ὀσμή. διὰ ταῦτα δὲ καὶ τριφθέντα τὰ ἄνθη ἀπολλύουσι τὴν ὀσμήν. Πότερον αἱ ὀσμαὶ καπνὸς ἢ ἀὴρ ἢ ἀτμίς; διαφέρει γάρ, ᾗ τὸ μὲν ὑπὸ τοῦ πυρός, τὸ δὲ καὶ ἄνευ τούτου γίνεται. καὶ πότερον ἀπὸ τῆς αἰσθήσεως τι πρὸς ἐκεῖνα ἢ ἀπ’ ἐκείνων πρὸς τὴν αἴσθησιν ἀφικνεῖται, ἀεὶ κινοῦν τὸν πλησίον ἀέρα; καὶ εἰ ἀπ’ ἐκείνων ἀπορρεῖ, ἔδει ἔλαττον γίνεσσθαι· καίτοι τὰ εὐωδέστατα ὁρῶμεν μάλιστα διαμένοντα.