Ancient Greek · ~2 min
12 to 13
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 12-2-13
Not analysed yet
Διὰ τί ἀποστλεγγισαμένοις μᾶλλον ῥεῖ ὁ ἱδρὼς ἢ ἐῶσιν ἐπιμεῖναι; πότερον διὰ τὸ καταψύχεσθαι ὑπὸ τοῦ ἔξω; ἢ ὅτι ὥσπερ πῶμα γίνεται ὁ ἔξω ἱδρὼς ἐπὶ τοῖς πόροις, ὥστε κωλύει τοῦ ἔσωθεν τὴν ὁρμήν. Διὰ τί τὸ πήγανον δυσώδεις τοὺς ἱδρῶτας ποιεῖ, καὶ ἔνια τῶν μύρων; ἢ ὅτι ὧν ἐν τῇ ὀσμῇ βαρύτης ἔνι, ταῦτα κεραννύμενα ταῖς περιττωματικαῖς ὑγρότησι κακωδεστέραν ποιεῖ τὴν ὀσμήν;