Ancient Greek · ~3 min
Β. ΟΣΑ ΠΕPΙ IΔPΩTΑ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 14-2
Not analysed yet
Διὰ τί ἱδροῦμεν τὸν νῶτον μᾶλλον ἢ τά πρόσθεν; ἢ ὅτι ἐν μὲν τῷ πρόσθεν ἐστὶ τόπος ἐντός, εἰς ὃν ἀποχετεύεται τὸ ὑγρόν, ἐν δὲ τῷ ὄπισθεν οὐκ ἔστιν, ἀλλ’ ἔξω τὴν ἔκκρισιν ἀναγκαῖον γίνεσθαι. τὸ δ’ αὐτό ἐστιν αἴτιον καὶ ὅτι τὴν κοιλίαν ἧττον ἱδροῦμεν ἢ τὸ στῆθος. ἔτι δὲ ὅτι μᾶλλον διαφυλακτικόν ἐστι τοῦ ἱδρῶτος τὰ νῶτα καὶ τὰ ὄπισθεν ἢ τὰ πρόσθεν διὰ τὸ μᾶλλον τὰ ἔμπροσθεν τῶν ὄπισθεν ἀποψύχεσθαι. ὅπερ ἐστὶν αἴτιον καὶ τοῦ τὰς μασχάλας ἱδροῦν τάχιστα καὶ μάλιστα· ἥκιστα γὰρ ψύχονται. ἔτι δὲ σαρκωδέστερά ἐστι τὰ περὶ τὸν νῶτον τῶν πρόσθεν, ὥστε ὑγρότερα. πλείων δὲ ὑγρότης ἐστὶν ἐν τοῖς ὄπισθεν· ὁ γὰρ μυελὸς κατὰ τὴν ῥάχιν ὢν ὑγρασίαν πολλὴν παρέχει.