Ancient Greek · ~4 min
Δ. ΟΣΑ ΠΕΡΙ ΑΦΡΟΔΙΣΙΑ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 12-4
Not analysed yet
Διὰ τί, ὅταν ἄρξωνται ἀφροδισιάζειν δύνασθαι, οἱ χρῶτες ὄζουσιν, πρότερον δ’ οὐκ ὄζουσι πρὸ ἥβης οὔτε οἱ ἄνδρες οὔτε αἱ γυναῖκες; ἢ ὅτι τὰ ἄπεπτα τούς τε χυμοὺς ἀεὶ χείρους ἔχει (ἢ γὰρ ὀξυτέρους ἢ ἁλμυρωτέρους ἢ πικροτέρους) καὶ τὰς ὀσμὰς δυσωδεστέρας, τὰ δὲ πεπεμμένα ἢ γλυκεῖς ἢ ἧττον ἀγλευκεῖς, καὶ τὰς ὀσμὰς εὐωδεστέρας ἢ ἧττον δυσώδεις; τοῦτο δ’ ἐστὶ δῆλον ἐπὶ πάντων θεωμένοις καὶ φυτῶν καὶ ζῴων. ἀφαιρεθέντων δὴ τῶν εὐπέπτων, τὰ ὑπολειπόμενα ἄπεπτα, οἷον δὴ καὶ ἐπὶ τῆς τέφρας ἀναλωθέντος τοῦ γλυκέος πικρὰ ἡ κονία, καὶ ὁ ἱδρὼς ἁλμυρός. πέττει δὲ ἡ φυσικὴ θερμότης τὸ σπέρμα, ὃ μικρὸν ὂν πολλὴν ἔχει δύναμιν· ἐκ πολλοῦ γὰρ ὀλίγον συγκεκεφαλαίωται. διὸ ὅταν ἀπέλθῃ, ἐκλύονται ὡς ἐπὶ τὸ πολὺ μᾶλλον καὶ καταψύχονται· ὥστε ἀπεπτότεροι οἱ χυμοὶ γίνονται μᾶλλον, ἀναστομουμένων τῶν πόρων διὰ τὴν ἔκκρισιν αὐτοῦ. ἁλμυρώτεροι οὖν ἢ οἱ τῶν παίδων ἱδρῶτες καὶ δυσωδέστεροι διὰ τὴν ἀπεψίαν· καὶ ἐὰν τύχῃ τοιαύτη ἡ φύσις οὖσα ὥστε δυσώδη ἔχειν τὴν ὑπόστασιν τοῦ ἱδρῶτος, τούτοις μᾶλλον ἐπισημαίνει καὶ ἐν τοῖς τόποις τούτοις μάλισται οἷον μασχάλη, ἐν ᾧ μάλιστα καὶ τοῖς ἄλλοις.