Ancient Greek · ~3 min
9 to 11
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 9-3-11
Not analysed yet
Διὰ τί νήστεις θᾶττον ἀφροδισιάζουσιν; ἢ διότι οἱ πόροι κενώτεροι οἱ τοῦ σώματος νήστεσιν, πλήρεσι δὲ πλήρεις· κωλύουσιν οὖν τὴν εἰς τὸ σπέρμα ὑγρότητα διεξιέναι. δῆλον δὲ ἐπὶ τῆς κύστεως· οὐ γὰρ δύνανται πλήρους οὔσης ταχὺ ἀφροδισιάζειν. Διὰ τί οἱ νέοι, ὅταν πρῶτον ἀφροδισιάζειν ἄρχωνται, αἷς ἂν ὁμιλήσωσι, μετὰ τὴν πρᾶξιν μισοῦσιν; ἢ διὰ τὸ μεγάλην γίνεσθαι τὴν μεταβολήν; τῆς γὰρ συμβαινούσης ὕστερον ἀηδίας μεμνημένοι, ὡς αἰτίαν ιἧ ἐπλησίασαν φεύγουσιν. Διὰ τί οἱ ἱππεύοντες συνεχῶς ἀφροδισιαστικώτεροι γίνονται; ἢ ὅτι διὰ τὴν θερμότητα καὶ τὴν κίνησιν ταὐτὸ πάσχουσιν ὅπερ ἐν τῇ ὁμιλίᾳ; διὸ καὶ τῇ τῆς ἐπεχούσης ἡλικίας ἐπιδόσει περὶ τὰ αἰδοῖα μείζω τὰ μόρια ταῦτα γίνεται. ἀεὶ οὖν τῇ κινήσει ταύτῃ χρωμένων εὔροα τὰ σώματα γίνεται καὶ προωδοπεποιημένα πρὸς τὸν ἀφροδισιασμόν.