Ancient Greek · ~7 min
ΚΑ. ΟΣΑ ΠΕΡΙ ΑΛΦΙΤΑ ΚΑΙ ΜΑΖΑΝ ΚΑΙ ΤΑ ΟΜΟΙΑ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 13-12
Not analysed yet
Διὰ τί τῆς τροφῆς καὶ τῆς ξηρᾶς καὶ τῆς ὑγρᾶς ἐνίοις δυνάμεθα πολὺν χρόνον χρῆσθαι, οἷον τῇ γινομένῃ τροφῇ ἐξ ἀλφίτων καὶ ἀλεύρων καὶ τοῖς οἴνοις τοῖς αὐστηροῖς καὶ ὕδατι, τοῖς δὲ οὐ δυνάμεθα, καὶ ταῦτα ἡδίοσιν οὖσιν; ἢ ὅτι τὰ μέν ἐστι τῶν προσφερομένων ἐπιπολαστικὰ καὶ τρόφιμα, ὥστε καὶ ὅταν κενωθῶσιν, τῆς πρώτης τροφῆς ἀναλωθείσης ἔτι ἔνεστιν ἐν τῷ σώματι πολλὴ δύναμις, ὡς μὲν πρὸς τὴν πρώτην ἐργασίαν τοῦ σώματος πεφθεῖσα, ὡς δὲ πρὸς τὸ τέλος καὶ τὴν ἐκ διαδοχῆς γινομένην ἄπεπτος; τοιαῦτα δέ ἐστιν καὶ τῶν ἡδέων τὰ πλεῖστα. τὰ μὲν γὰρ λιπαρὰ καὶ γλυκέα καὶ πίονα ἥδιστα δοκεῖ εἶναι γευομένοις ἡμῖν, ταῦτα δέ ἐστι πάντα [τὰ] τρόφιμα καὶ οὐκ ἄπεπτα καὶ ἐπιπολαστικά, ἐν ᾗ ἂν ᾖ διαφορᾷ· ὥστε ἔναυλον εἶναι τὴν δύναμιν, ἐάν τις αὐτῶν πληρωθῇ καὶ μὴ ταχὺ ἐκλίπῃ τὴν αἴσθησιν. οὐ γὰρ μόνον ἐν τῇ κοιλίᾳ ἐνόντων γίνεται ἡ πλήρωσις, ἀλλὰ καὶ διαδοθείσης τῆς τροφῆς ἐν ἄλλοις μέρεσιν. ἢ οὐ μόνον τοῦτο αἴτιον, ἀλλὰ καὶ τὸ τῇ φύσει ἔνια σύμμετρα εἶναι καὶ οἰκεῖα ἡμῖν; πάντα γὰρ τὰ τοιαῦτα διὰ τὸ κατὰ φύσιν εἶναι μᾶλλον προσίεται τὰ σώματα, τὰ δὲ παρὰ φύσιν ἧττον. ἄλλα τε ἄλλῃ κράσει ἁρμόττει, οἷον τὸ μέλι ταῖς μελίτταις κατὰ φύσιν ἐστίν, ὥστε προσφέρεσθαι μόνον· καίτοι ἀσθενεῖς γέ εἰσι τὴν δύναμιν. ὥστε δεῖ λείπειν τὸ ἀναλισκόμενον, ἀλλ’ εἶναι ἀνάλογον τὸ πλῆθος πρὸς τὴν ἰσχὺν τὴν ἀπὸ τῶν ἀνθρώπων· ὥστε ὅσα τῶν ἡδέων τοιαῦτά ἐστι, διὰ μὲν τὸ ἐν τῇ φύσει ἧττον ὑπάρχειν ἡδέα φαίνεται, ὀλίγον δὲ χρόνον· εἶτα πληροῖ ταχύ. τῶν δὲ κατὰ φύσιν ἀεὶ δέονται, ὥστε καὶ προσφερομένων συνεχῶς δι’ αὐτὰ οὐ τῶν ἡδίστων, ἀλλ’ ἑτέρων ἧττον πληροῦνται.