Ancient Greek
13 to 14
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 13-13-14
Not analysed yet
Διὰ τί ποτε τὰ ἄχυρα τὰ μὲν σκληρὰ πέττει, τὰ δὲ πεπεμμένα οὐ σήπει; ἢ ὅτι τὰ ἄχυρα θερμόν τε καὶ ὁλκόν ἐστιν; τῇ μὲν οὖν θερμότητι πέττει, τῷ δὲ ὁλκὸν εἶναι τὸν ἰχῶρα τὸν σηπόμενον δέχεται· διὸ οὐ σήπει. Διὰ τί τὰ σῦκα μαλακὰ καὶ γλυκέα ὄντα λυμαίνεται τοὺς ὀδόντας; ἢ διὰ τὴν γλισχρότητα προσέρχεται τοῖς οὔλοις, καὶ παρεμπίπτει διὰ τῶν ὀδόντων εἰς τὰ διὰ μέσου διὰ τὸ μαλακὰ εἶναι, καὶ σῆψιν ποιεῖ ταχέως ἅτε θερμὰ ὄντα; τάχα δὲ ἴσως καὶ διὰ τὴν σκληρότητα τῶν κεγχρα· μίδων ἐν τῇ τούτων κατεργασίᾳ πονοῦσι ταχέως οἱ ὀδόντες.