Ancient Greek · ~2 min
ΚΔ. ΟΣΑ ΠΕPΙ TΑ ΘEPΜΑ ΥΔΑΤΑ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 14-12
Not analysed yet
Διὰ τί τὸ ἐν τῷ ἡλίῳ θερμαινόμενον ὕδωρ ὥστε λούεσθαι οὐκ ἔστιν ὑγιεινότερον; πότερον ὅτι διὰ τὸ ψύχεσθαι; καὶ ἔτι ἐπεὶ τὸ σωμάτιον φρίττειν ποιεῖ; ἢ ποιεῖ μὲν καὶ τοῦτο, ἀλλὰ κἂν πολλάκις λούηταί τις, νοσερόν ἐστιν; τὸ μὲν γὰρ θερμὸν ὅλως πεπτικόν ἐστι καὶ ξηραντικόν, τὸ δὲ ψυχρὸν σταλτικόν, ὥστε ἄμφω ποιεῖ τι ἀγαθόν. διὸ καὶ τὸ ὕδωρ καὶ τὸ ψυχρὸν λουομένοις καὶ τὸ θερμὸν τὸ ὑπὸ τοῦ πυρὸς χρήσιμον· τὸ δὲ ὑπὸ τοῦ ἡλίου διὰ τὴν ἀσθένειαν τῆς θερμότητος οὐδέτερον τούτων ποιεῖ, ἀλλὰ ὑγραίνει ὥσπερ τὸ τῆς σελήνης φῶς.