Ancient Greek · ~1 min
15 to 16
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 15-14-16
Not analysed yet
Διὰ τί τὸ ἐν τῷ ἡλίῳ θερμανθὲν ὕδωρ οὐκ ἀγαθόν; ἢ ὅτι τὰ ψυχόμενα ῥιγοῦν ποιεῖ; Διὰ τί τὰ ἐν Μαγνησίᾳ καὶ τὰ ἐν Ἀταρνεῖ θερμὰ πότιμά ἐστιν; ἢ διότι ἐμβάλλει ὕδωρ πλεῖον ἀπορρέοντι τῷ θερμῷ, οὗ ἡ μὲν ἁλμυρότης ἀφανίζεται, ἡ δὲ θερμότης διαμένει;