Ancient Greek · ~2 min
14 to 15
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 14-13-15
Not analysed yet
Διὰ τί ὁ νυκτερινὸς βορέας τριταῖος λήγει; πότερον ὅτι ἀπὸ μικρᾶς καὶ ἀσθενοῦς ἀρχῆς, ἡ τρίτη δὲ κρίσιμος; ἢ ὅτι ἀθρόος ἡ ἔκρυσις, ὥσπερ τῶν ἐκνεφιῶν; ταχεῖα οὖν ἡ παῦλα. Διὰ τί βορέαι πλεῖστοι πνέουσι τῶν ἀνέμων; ἢ διὰ τὸ πρὸς τούτῳ τὴν οἰκουμένην τῷ τόπῳ ὑποκεῖσθαι ὄντι ὑψηλῷ καὶ ἔξω τροπῶν καὶ πλήρει χιόνος, ἣ οὐδέποτε ἔνια ὄρη λείπει; τὸ πολὺ οὖν ὑγραινομένων τῶν πεπηγότων πολλάκις πνεῦμα γίνεται. τοῦτο δέ ἐστι βορέας, τὸ ἐκ τῶν ἀπὸ τῆς ἄρκτου τόπων πνεῦμα.