Ancient Greek · ~2 min
Κς. ΟΣΑ ΠΕΡΙ ΤΟΥΣ ΑΝΕΜΟΥΣ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 16-11
Not analysed yet
Διὰ τί οἱ νότοι πνέουσι μὲν χειμῶνος καὶ ἔαρος ἀρχομένου καὶ μετοπώρου λήγοντος, εἰσὶ δὲ κυματοειδεῖς καὶ συνεστραμμένοι, καὶ τοῖς ἐν Λιβύῃ ὁμοίως ψυχροὶ ὡς οἱ βορέαι ἐνταῦθα; ἢ διότι πλησίον τοῦ ἡλίου ὄντος ἀνάγκη κινεῖσθαι τὰ πνεύματα; ὁ δὲ ἥλιος τοῦ χειμῶνος πρὸς νότον φέρεται, καὶ τοῦ μὲν ἔαρος ἀρχομένου, τοῦ δὲ μετοπώρου τελευτῶντος ἤδη θερμαίνει, τὸ δὲ θέρος πρὸς βορέαν φέρεται, ἐκείνους δὲ ἀπολείπει τοὺς τόπους. θερμὸς δέ ἐστι διὰ τὸ μίγνυσθαι τὸ πνεῦμα τῷ κατὰ Λιβύην ἀέρι θερμῷ ὄντι· καὶ διὰ τοῦτο μεγαλοκύμων νοτίζειν ποιεῖ τὸ θέρος, ἐμπίπτων εἰς τὴν θάλατταν.