Ancient Greek · ~2 min
ΚΓ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΑΛΜΥΡΟΝ ΥΔΩΡ ΚΑΙ ΘΑΛΑΤΤΑΝ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 15-13
Not analysed yet
Διὰ τί ἡ μὲν θάλαττα κάεται, τὸ δὲ ὕδωρ οὔ; ἢ κάεται μὲν κἀκεῖνο, ἡ δὲ θάλαττα ἧττον σβέννυσι τὸ πῦρ διὰ τὸ λιπαρωτέρα εἶναι; σημεῖον δὲ ὅτι λιπαρωτέρα· ἀπὸ γὰρ τῶν ἀλῶν ἔλαιον ἀφαιρεῖται. ἢ καὶ ἧττον δύνανται οἱ πόροι ἁρμόττειν τῷ πυρὶ διὰ τὸ παχύτεροι εἶναι, καὶ μᾶλλόν γε δή, ἅτε καὶ τῶν ἀλῶν ἐνυπαρχόντων; ὥσπερ οὖν τὸ ξηρὸν τοῦ ὑγροῦ ἧττον σβεστικόν, καὶ τὸ ξηρὸν μᾶλλον κατὰ λόγον καυστικόν ἐστιν καὶ ἕτερον ἑτέρου μᾶλλον, τῷ ἐγγυτέρω τοῦ θερμοῦ εἶναι, τὸ ξηρότερον δὲ τῇ θαλάττῃ· ἄμφω δὲ ταῦτα μᾶλλον ὑπάρχει.