Ancient Greek · ~2 min
13 to 14
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 13-14-14
Not analysed yet
Διὰ τί ἐν τῇ θαλάττῃ μᾶλλον νεῖν δύνανται ἢ ἐν τοῖς ποταμοῖς; ἢ ὅτι ὁ νέων ἀεὶ ἐπιστηριζόμενος ἐν τῷ ὕδατι νεῖ, ἐν δὲ τῷ σωματωδεστέρῳ μᾶλλον ἀποστηρίζεσθαι δυνάμεθα, σωματωδέστερον δέ ἐστι τὸ θαλάττιον ὕδωρ τοῦ ποταμίου· παχύτερον γάρ ἐστι καὶ μᾶλλον ἀντερείδειν δυνάμενον. Διὰ τί ποτε ἐν τῇ θαλάττῃ πλείω χρόνον διατελεῖν δύνανται ἢ ἐν τῷ ποταμῷ; ἢ διότι τὸ ποτάμιον ὕδωρ λεπτόν ἐστιν; μᾶλλον οὖν παρεισδυόμενον πνίγει.