Ancient Greek · ~2 min
15 to 16
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 15-2-16
Not analysed yet
Διὰ τί ἐφ’ ἅ κατακείμεθα οὐχ ἱδροῦμεν; ἢ ὅτι θερμὸς ὢν ὁ τόπος ᾦ ἁπτόμεθα κωλύει διιέναι τὸν ἱδρῶτα· ἀναξηραίνει γὰρ αὐτόν. ἔτι δὲ θλίβεται, θλιβόμενον δὲ διαχεῖται τὸ αἷμα, οὗ συμβαίνοντος καταψύχεται μᾶλλον. σημεῖον δὲ ἡ νάρκη· κατάψυξίς τε γάρ ἐστι τὸ πάθος, καὶ γίνεται ἐκ θλίψεως ἢ πληγῆς. Διὰ τί οἱ καθεύδοντες μᾶλλον ἱδροῦσιν; ἢ διὰ τὴν ἀντιπερίστασιν; ἀθροισθὲν γὰρ τὸ θερμὸν ἐντὸς ἐξελαύνει τὸ ὑγρόν.