Ancient Greek · ~1 min
ΛΑ. ΟΣΑ ΠΕΡΙ ΟΦΘΑΛΜΟΥΣ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 16-12
Not analysed yet
Διὰ τί οἱ μύωπες συνάγοντες τὰ βλέφαρα ὁρῶσιν; ἢ δι’ ἀσθένειαν τῆς ὄψεως, ὥσπερ καὶ οἱ πρὸς τὰ πόρρω τὴν χεῖρα προσάγοντες, οὕτω καὶ τὰ βλέφαρα πρὸς τὰ ἐγγὺς προστίθενται ὥσπερ χεῖρα; τοῦτο δὲ ποιοῦσιν, ἵνα ἀθροωτέρα ἡ ὄψις ἐξίῃ, δι’ ἐλάττονος ἐξιοῦσα, καὶ μὴ εὐθὺς ἐξ ἀναπεπταμένου ἐξιοῦσα διασπασθῇ, ὁρᾷ δὲ ἡ πλείων μεῖζον.