Ancient Greek · ~3 min
ΛΑ. ΟΣΑ ΠΕΡΙ ΟΦΘΑΛΜΟΥΣ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 17-13
Not analysed yet
Διὰ τί εἰς τὸ πλάγιον κινοῦσι τὸν ὀφθαλμὸν οὐ φαίνεται δύο τὸ ἕν; ἢ ὅτι ἐπὶ τῆς αὐτῆς γίνεται γραμμῆς ἡ ἀρχή; δύο δὲ φαίνεται ταύτης μεταβαλλούσης ἄνω ἢ κάτω. εἰς δὲ πλάγιον οὐδὲν διαφέρει, ἐὰν μὴ ἅμα καὶ ἄνω. τί δὴ ἐπὶ μὲν τῆς ὄψεώς ἐστιν ὥστε φαίνεσθαι τὸ ἓν δύο, ἄν πως τεθῶσιν οἱ ὀφθαλμοὶ πρὸς ἀλλήλους, ἐπὶ δὲ τῶν ἄλλων αἰσθήσεων οὐκ ἔστιν; ἢ καὶ ἐπὶ τῆς ἁφῆς γίνεται τῇ ἐπαλλάξει τῶν δακτύλων τὸ ἓν δύο; ἐπὶ δὲ τῶν ἄλλων οὐ γίνεται, ὅτι οὔτε ἔξω ἀποτεινομένων αἰσθάνεται, οὐδὲ δύο. γίνεται δὲ [διὰ] τοῦτο διόπερ καὶ ἐπὶ τῶν δακτύλων· μιμεῖται γὰρ τὴν ὄψιν.