Ancient Greek · ~4 min
17 to 19
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 17-12-19
Not analysed yet
Διὰ τί ὁ νότος δυσώδης; ἢ ὅτι ὑγρὰ καὶ θερμὰ ποιεῖ τὰ σώματα, ταῦτα δὲ σήπεται μάλιστα; οἱ δὲ ἐκ τῆς θαλάττης νότοι ἀγαθοὶ φυτοῖς· ἐκ θαλάττης γὰρ αὐτοῖς προσπίπτει. καὶ τῆς Ἀττικῆς τῷ Θριασίῳ πεδίῳ αἴτιον, διότι ἀπεψυγμένος ἀφικνεῖται. αἱ δ’ ἐρυσίβαι γίνονται ὑπὸ ὑγρότητος θερμῆς μὲν, ἀλλοτρίας δέ. Διὰ τί ἄνεμος γίνεται πρὸ τῶν ἐκλείψεων ὡς τὰ πολλά, ἀκρόνυχον μὲν πρὸ τῶν μεσονυκτίων ἐκλείψεων, μεσονύκτιον δὲ πρὸ τῶν ἑώων; ἢ διότι ἀμαυροῦται τὸ θερμὸν τὸ ἀπὸ τῆς σελήνης διὰ τὸ πλησίον ἤδη φορὰν εἶναι, ἐν ᾧ γενομένῳ ἔσται ἡ ἔκλειψις; ἀνιεμένου οὖν ᾧ κατείχετο ὁ ἀὴρ καὶ ἠρέμει, πάλιν κινεῖται καὶ γίνεται πνεῦμα τῆς ὀψιαίτερον ἐκλείψεως ὀψιαίτερον. Διὰ τί ὁ νότος οὐκ ἀρχόμενος, ἀλλὰ λήγων ὑέτιος; πότερον ὅτι πόρρωθεν συνάγει τὸν ἀέρα; γίνεται δὲ συνιστάντος τὸ ὕδωρ, συνίσταται δὲ ὕστερον ἢ ἄρχεται. ἢ ὅτι ἀρχομένου θερμός ἐστιν ὁ ἀὴρ ἔτι διὰ τὸ ἐκ τοιούτου ἐληλυθέναι, ἐπιχρονιζόμενος δὲ ψυχθεὶς συνίσταται μᾶλλον εἰς ὕδωρ.