Ancient Greek · ~2 min
19 to 20
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 19-3-20
Not analysed yet
Διὰ τί οὐρητιῶντες οὐ δύνανται ἀφροδισιάζειν; ἢ ὅτι πλήρεις γίνονται οἱ πόροι; τὸ δὲ πλῆρες ὑγροῦ οὐ δέχεται ἄλλο ὑγρόν. Διὰ τί αἱ ἰξίαι τοὺς ἔχοντας κωλύουσι γεννᾶν, καὶ ἀνθρώπους καὶ τῶν ἄλλων ζῴων ὅ τι ἂν ἔχῃ; ἢ ὅτι ἡ ἰξία γίνεται μεταστάντος πνεύματος· διὸ καὶ ὠφελεῖ πρὸς τὰ μελαγχολικά. ἔστι δὲ καὶ ὁ ἀφροδισιασμὸς μετὰ πνεύματος ἐξόδου. εἰ οὖν ὁδοποιεῖται ἡ ὁρμὴ γινομένου αὐτοῦ, οὐ ποιεῖ ὁρμᾶν τὸ σπέρμα, ἀλλὰ καταψύχεται· μαραίνει οὖν τὴν συντονίαν τοῦ αἰδοίου.