Ancient Greek · ~2 min
Δ. ΟΣΑ ΠΕΡΙ ΑΦΡΟΔΙΣΙΑ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 21-4
Not analysed yet
Διὰ τί οἱ ἀφροδισιάζοντες ἐκλύονται καὶ ἀσθενέστεροι γίνονται ὡς ἐπὶ τὸ πολύ; πότερον διὰ τὸ ἀπὸ πάντων ἔκκρισιν εἶναι τὸ σπέρμα, ὥστε οἷον οἰκοδομήματος αἱ ἁρμονίαι, καὶ τοῦ σώματος οὕτω σειομένη ἡ σύνθεσίς ἐστι τῷ ἀπεληλυθέναι τι, οἷον εἰ τὸ αἷμα ἐξέλθοι ἢ πᾶν ἢ τι ἄλλο μέρος. οὕτω σφόδρα ἐπίκαιρον τὸ ἐξιόν ἐστιν, καὶ ὃ ἐκ πολλῆς γίνεται τροφῆς ὀλίγον, οἷον τὸ ἀμύλιον ἐκ τοῦ σταιτός.