Ancient Greek · ~3 min
Κ. ΟΣΑ ΠΕΡΙ ΘΑΜΝΟΥΣ ΚΑΙ ΛΑΧΑΝΩΔΗ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 20-8
Not analysed yet
Διὰ τί ἐν τῇ Ἀττικῇ οἱ μὲν ἄλλοι καρποὶ γλυκύτατοι γίνονται, τὸ δὲ θύμον δριμύτατον; καίτοι καὶ τοῦτο καρπός τίς ἐστιν. . . ὥστε οὐ πολὺ ὑγρὸν τὰ φυόμενα ἔχει. ὅσα μὲν οὖν φύσει γλυκέα ἐστὶν διὰ μετριότητα τοῦ ἐνυπάρχοντος ὑγροῦ, ὅταν ἀπάγῃ ὁ ἥλιος τὸ πλεῖστον, τὸ ὑπολειπόμενον ῥᾳδίως πέττεται· τὸ γὰρ πολὺ ἔργον πεπάνθαι, τὸ δὲ μέτριον ῥᾷον. ὥστε γίνονται οἱ φύσει γλυκεῖς γλυκύτεροι ἐν δὲ τοῖς φύσει ξηροῖς τε καὶ μὴ γλυκέσι καρποῖς λείπεται δι’ ὀλιγότητα τὸ οἰκεῖον, τοῦτο δ’ ἐστὶν ἥκιστα γλυκύ· ἀφαιρεῖται γὰρ ὁ ἥλιος τὸ γλυκύτατον καὶ κουφότατον· οὗτοι δὴ οὐκ ἔχουσι περιττὸν ὥσπερ οἱ ἄλλοι καρποί.