Ancient Greek · ~2 min
Κ. ΟΣΑ ΠΕΡΙ ΘΑΜΝΟΥΣ ΚΑΙ ΛΑΧΑΝΩΔΗ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 21-10
Not analysed yet
Διὰ τί γλήχων καὶ τὰ λείρια καὶ τὰ κρόμμυα τὰ κρεμάμενα ὑπὸ τὰς τροπὰς ἀνθεῖ; ἢ ἐνυπάρχει αὐτοῖς τροφὴ ἄπεπτος, ἢ τοῦ μὲν χειμῶνος οὐ πέττεται διὰ τὸ ψῦχος, ὑπὸ δὲ τροπὰς πεττομένης διὰ τὴν ὥραν ἡ αὔξησις γίνεται; αὕτη δὲ διὰ τὸ μὴ ἔχειν ἐπίρρυσιν ταχὺ μαραίνεται. οὐ γάρ τινα ἔχουσα ἀρχὴν οὐδέ τινα ἐπίρρυσιν ἀποξηραίνεται, ὥσπερ Σκύθαις διὰ τὸ πολλὴν τὴν χιόνα γίνεσθαι συμβαίνει τὸν σῖτον μένειν καὶ ταχὺ ἀνατρέχειν.