Ancient Greek
ΚΓ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΑΛΜΥΡΟΝ ΥΔΩΡ ΚΑΙ ΘΑΛΑΤΤΑΝ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 20-9
Not analysed yet
Διὰ τί τὸ ἁλμυρὸν ὕδωρ οὐκ ἀπόρρυτόν ἐστιν; ἢ διότι τὸ μὲν βαρὺ στάσιμον; τὸ δὲ ἁλμυρὸν βαρύ· διὸ καὶ τὰ θερμὰ μόνα τῶν ἁλμυρῶν ὑδάτων ἀπόρρυτά ἐστιν. ἔχει γὰρ κουφότητα ἐν αὑτοῖς, ἥ κρατεῖ τῆς κατὰ τὴν ἁλμυρίδα βαρύτητος· τὸ γὰρ θερμὸν κουφότερόν ἐστιν. ἔτι τὰ μὲν ἀπόρρυτα διηθεῖται διὰ τῆς γῆς· ἠθουμένων δὲ ἀεὶ μάλιστα ὑφίσταται τὸ παχύτατον καὶ βαρύτατον, ἐκκρίνεται δὲ τὸ κοῦφον καὶ καθαρόν· ἔστι γὰρ τὸ μὲν ἁλμυρὸν βαρύ, τὸ δὲ γλυκὺ κοῦφον. διόπερ ἐστὶ γλυκέα τὰ ἀπόρρυτα. τὸ δ’ αὐτὸ αἴτιόν ἐστι καὶ διὰ τί τὸ ἁλμυρὸν ὕδωρ κινούμενον καὶ μεταβάλλον γλυκύτερον γίνεται· κουφότερον γὰρ καὶ ἀσθενέστερον διὰ τὴν κίνησιν γίνεται.