Ancient Greek · ~2 min
ΚΓ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΑΛΜΥΡΟΝ ΥΔΩΡ ΚΑΙ ΘΑΛΑΤΤΑΝ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 21-12
Not analysed yet
Διὰ τί ἐν τῇ Λιβύῃ ἐὰν ὀρύξῃ τις παρὰ τὴν θάλατταν, τὸ πρῶτον πότιμον, εἶθ’ ἁλμυρὸν γίνεται ταχύ, ἐν δὲ τοῖς ἄλλοις τόποις ἧττον ποιεῖ τοῦτο; πότερον ὅτι τὸ μὲν πρῶτον τὸ ὑπάρχον ὕδωρ ἐν τῷ τόπῳ καὶ τὸ πεπεμμένον ὑπὸ τῆς γῆς ἐστιν, ὅταν δὲ χρονισθῇ, ἡ θάλαττα προσδιηθουμένῃ διὰ τὸ πρόσφατον εἶναι ποιεῖ ἁλμυρώτερον; ἐν δὲ τοῖς ἄλλοις ἢ οὐκ ἔχει ἢ πολὺ ὕδωρ διὰ τὸ μὴ ξηραίνεσθαι τὸν τόπον.