Ancient Greek
Β. ΟΣΑ ΠΕPΙ IΔPΩTΑ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 21-2
Not analysed yet
Πότερον δεῖ μᾶλλον τοῦ θέρους παρασκευάζειν τὸ ἱδροῦν ἢ τοῦ χειμῶνος; ἢ ὅτε μᾶλλον ὑγροὶ καὶ χαλεπώτεροι ἄνευ ἐπιμελείας γένοιντ’ ἄν, ὥστε τοῦ χειμῶνος ἂν δέοι μᾶλλον, ᾗ μεγάλη ἡ μεταβολή, καὶ τὰ περιττώματα οὐ συνεκπέττεται. πάλιν ψυχθέντος ἔτι παρὰ φύσιν τὸ τοῦ χειμῶνος. δῆλον ἄρα ὅτι τοῦ θέρους μᾶλλον· καὶ γὰρ τὰ ὑγρὰ σήπεται μᾶλλον ἅπαντα τοῦ θέρους· διὸ τότε δεῖ ἀπαντλεῖν. διὰ τοῦτο δὲ καὶ οἱ ἀρχαῖοι πάντες οὕτως ἔλεγον.